Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.62.3 | Hdt. 5.63.3 (English) | >>Hdt. 5.64.2 |
5.63.1
ὡς ὦν δὴ οἱ Ἀθηναῖοι λέγουσι , οὗτοι οἱ ἄνδρες ἐν Δελφοῖσι κατήμενοι ἀνέπειθον τὴν Πυθίην χρήμασι , ὅκως ἔλθοιεν Σπαρτιητέων ἄνδρες εἴτε ἰδίῳ στόλῳ εἴτε δημοσίῳ χρησόμενοι , προφέρειν σφι τὰς Ἀθήνας ἐλευθεροῦν .
5.63.2 Λακεδαιμόνιοι δέ , ὥς σφι αἰεὶ τὠυτὸ πρόφαντον ἐγίνετο , πέμπουσι Ἀγχιμόλιον τὸν Ἀστέρος , ἐόντα τῶν ἀστῶν ἄνδρα δόκιμον , σὺν στρατῷ ἐξελῶντα Πεισιστρατίδας ἐξ Ἀθηνέων ὅμως καὶ ξεινίους σφι ἐόντας τὰ μάλιστα · τὰ γὰρ τοῦ θεοῦ πρεσβύτερα ἐποιεῦντο ἢ τὰ τῶν ἀνδρῶν · πέμπουσι δὲ τούτους κατὰ θάλασσαν πλοίοισι .
5.63.3 ὁ μὲν δὴ προσσχὼν ἐς Φάληρον τὴν στρατιὴν ἀπέβησε , οἱ δὲ Πεισιστρατίδαι προπυνθανόμενοι ταῦτα ἐπεκαλέοντο ἐκ Θεσσαλίης ἐπικουρίην · ἐπεποίητο γάρ σφι συμμαχίη πρὸς αὐτούς . Θεσσαλοὶ δέ σφι δεομένοισι ἀπέπεμψαν κοινῇ γνώμῃ χρεώμενοι χιλίην τε ἵππον καὶ τὸν βασιλέα τὸν σφέτερον Κινέην ἄνδρα Κονιαῖον · τοὺς ἐπείτε ἔσχον συμμάχους οἱ Πεισιστρατίδαι , ἐμηχανῶντο τοιάδε ·
5.63.4 κείραντες τῶν Φαληρέων τὸ πεδίον καὶ ἱππάσιμον ποιήσαντες τοῦτον τὸν χῶρον ἐπῆκαν τῷ στρατοπέδῳ τὴν ἵππον · ἐμπεσοῦσα δὲ διέφθειρε ἄλλους τε πολλοὺς τῶν Λακεδαιμονίων καὶ δὴ καὶ τὸν Ἀγχιμόλιον · τοὺς δὲ περιγενομένους αὐτῶν ἐς τὰς νέας κατεῖρξαν . ὁ μὲν δὴ πρῶτος στόλος ἐκ Λακεδαίμονος οὕτω ἀπήλλαξε , καὶ Ἀγχιμολίου εἰσὶ ταφαὶ τῆς Ἀττικῆς Ἀλωπεκῆσι , ἀγχοῦ τοῦ Ἡρακλείου τοῦ ἐν Κυνοσάργεϊ .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.62.3 | Hdt. 5.63.3 (English) | >>Hdt. 5.64.2 |